Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.291 Joseph. AJ 19.297 (English) >>Joseph. AJ 19.301

19.294διὸ καὶ ναζιραίων ξυρᾶσθαι διέταξε μάλα συχνούς, τὴν δὲ χρυσῆν ἅλυσιν τὴν δοθεῖσαν αὐτῷ ὑπὸ Γαΐου ἰσόσταθμον τῇ σιδηρᾷ, τὰς ἡγεμονίδας χεῖρας ἐδέθη, τῆς στυγνῆς εἶναι τύχης ὑπόμνημα καὶ τῆς ἐπὶ τὰ κρείττω μαρτυρίαν μεταβολῆς τῶν ἱερῶν ἐντὸς ἀνεκρέμασεν περιβόλων ὑπὲρ τὸ γαζοφυλάκιον, ἵνʼ δεῖγμα καὶ τοῦ τὰ μεγάλα δύνασθαί ποτε πεσεῖν καὶ τοῦ τὸν θεὸν ἐγείρειν τὰ πεπτωκότα· 19.295πᾶσι γὰρ τοῦτʼ ἐνεφάνιζεν τῆς ἁλύσεως ἀνάθεσις, ὅτι βασιλεὺς Ἀγρίππας ἀπὸ μικρᾶς αἰτίας εἰς δεσμώτην ἀπέδυ τὸ πρὶν ἀξίωμα καὶ μετʼ ὀλίγον τῆς πέδης ἐκβὰς εἰς βασιλέα τοῦ πάλαι λαμπρότερον ἠγέρθη. 19.296διὰ τοῦτʼ οὖν ἐννοεῖσθαι, ὅτι τῆς ἀνθρωπίνης φύσεως καὶ πεσεῖν ὀλισθάνειν τὰ μεγέθη καὶ τὰ κλιθέντα δύναται περιφανὲς λαβεῖν πάλιν ὕψος. 19.297

Ἐντελῶς δʼ οὖν θρησκεύσας τὸν θεὸν Ἀγρίππας Θεόφιλον μὲν τὸν Ἀνάνου τῆς ἀρχιερωσύνης μετέστησεν, τῷ δὲ Βοηθοῦ Σίμωνι, τούτῳ Κανθηρᾶς ἐπίκλησις ἦν, τὴν ἐκείνου προσένειμε τιμήν. δύο δʼ ἦσαν ἀδελφοὶ τῷ Σίμωνι καὶ πατὴρ Βοηθός, οὗ τῇ θυγατρὶ βασιλεὺς συνῴκησεν Ἡρώδης, ὡς ἀνωτέρω δεδήλωται. 19.298σὺν τοῖς ἀδελφοῖς οὖν τὴν ἱερωσύνην ἔσχεν Σίμων καὶ σὺν τῷ πατρί, καθὰ καὶ πρότερον ἔσχον οἱ Σίμωνος τοῦ Ὀνία παῖδες τρεῖς ὄντες ἐπὶ τῆς τῶν Μακεδόνων ἀρχῆς, ὅπερ ἐν ταῖς προαγούσαις γραφαῖς παρέδομεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.291 Joseph. AJ 19.297 (English) >>Joseph. AJ 19.301

Powered by PhiloLogic